Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.36 Joseph. AJ 17.41 (English) >>Joseph. AJ 17.46

17.39νῦν δὲ τοὺς μὲν ἐκ τοῦ προὔπτου διαφόρους καὶ τὰ πάντα ἐπὶ βλάβῃ τῇ ἀλλήλων λέγοντας, εἰς δὲ τὸ ἀφανὲς τοῖς πολλοῖς τὴν εὔνοιαν ἀνατιθεμένους καὶ ὁπότε ἀλλήλοις συμμονωθεῖεν φίλια πράσσειν μὴ ἀπηλλαγμένους, ὁμολογεῖν πολεμεῖν πρὸς οὓς λανθάνειν χρώμενοι εὐνοίᾳ τῇ ἀλλήλων ἐσπουδάκοιεν. 17.40καὶ μὲν ταῦτʼ ἀνίχνευέν τε καὶ ἀκριβῶν τυγχάνουσα τῷ ἀδελφῷ ἀνέφερεν συνιέντι μὲν ἤδη τὰ πολλὰ καὶ διʼ ἑαυτοῦ, εἰς δὲ τὸ θαρσεῖν οὐ διακενῆς ὑπονοῶν καθισταμένῳ διαβολαῖς τῆς ἀδελφῆς. 17.41καὶ ἦν γὰρ μόριόν τι Ἰουδαϊκὸν ἀνθρώπων ἐπʼ ἐξακριβώσει μέγα φρονοῦν τοῦ πατρίου καὶ νόμων οἷς χαίρει τὸ θεῖον προσποιουμένων, οἷς ὑπῆκτο γυναικωνῖτις, Φαρισαῖοι καλοῦνται, βασιλεῖ δυναμένῳ μάλιστα πράσσειν προμηθεῖς κἀκ τοῦ προὔπτου εἰς τὸ πολεμεῖν τε καὶ βλάπτειν ἐπηρμένοι. 17.42παντὸς γοῦν τοῦ Ἰουδαϊκοῦ βεβαιώσαντος διʼ ὅρκων μὴν εὐνοήσειν Καίσαρι καὶ τοῖς βασιλέως πράγμασιν, οἵδε οἱ ἄνδρες οὐκ ὤμοσαν ὄντες ὑπὲρ ἑξακισχίλιοι, καὶ αὐτοὺς βασιλέως ζημιώσαντος χρήμασιν Φερώρου γυνὴ τὴν ζημίαν ὑπὲρ αὐτῶν εἰσφέρει. 17.43οἱ δὲ ἀμειβόμενοι τὴν εὔνοιαν αὐτῆς, πρόγνωσιν δὲ ἐπεπίστευντο ἐπιφοιτήσει τοῦ θεοῦ, προύλεγον, ὡς Ἡρώδῃ μὲν καταπαύσεως ἀρχῆς ὑπὸ θεοῦ ἐψηφισμένης αὐτῷ τε καὶ γένει τῷ ἀπʼ αὐτοῦ, τῆς δὲ βασιλείας εἴς τε ἐκείνην περιηξούσης καὶ Φερώραν παῖδάς τε οἳ εἶεν αὐτοῖς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.36 Joseph. AJ 17.41 (English) >>Joseph. AJ 17.46

Powered by PhiloLogic